ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,, πάντοτε,, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων..
ὁ Ἀναγνώστης· Ἀμήν.
ὁ Ἱερεὺς [ἢ ὁ
Προεστώς] · Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα
σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ
Πνεῦμα τῆς ἀληθειας, ὁ πανταχοῦ παρῶν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν
καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλίδος,
καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.
ὁ Ἀναγνώστης· Ἀμήν.
Ἅγιος ὁ
Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. (τρίς)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ
ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ
τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα
ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ὁ
Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ
δύναμις καὶ ἡ δόξα,, τοῦ
Πατρὸς καὶ τοὺ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος,, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων..
ὁ Ἀναγνώστης· Ἀμήν. Κύριε, ἐλέησον. (ιβ´)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν
τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν
Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε
προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν
Ψαλμὸς δ´. (4)
Ἐν τῷ ἐπικαλεῖσθαί με
εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με· οἰκτείρησόν
με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; Καὶ
γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐ‐ τοῦ· Κύριος εἰσακούσεταί μου ἐν τῷ
κεκραγέναι με πρὸς αὐτόν. Ὀργίζεσθε καὶ
μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις
ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ
Κύριον. Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν
τὰ ἀγαθά; Ἐσημειώθη ἐφ᾿ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· ἔδωκας εὐφροσύνην
εἰς τὴν καρδίαν μου. Ἀπὸ καρποῦ σίτου, οἴ‐ νου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Ἐν
εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ἐλπίδι
κατῴκησάς με.
Ψαλμὸς Ϛ´. (6)
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς
με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐλέησόν με, Κύριε, ὅτι ἀ‐ σθενής εἰμι· ἴασαί
με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σύ, Κύριε, ἕως πότε; Ἐπίστρεψον, Κύριε, ῥῦσαι
τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ
μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Ἐκοπίασα ἐν τῷ στεναγμῷ
μου, λούσω καθ᾿ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.
Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Ἀπό‐
στητε ἀπ᾿ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς
τοῦ κλαυ‐ θμοῦ μου. Ἤκουσε Κύριος τῆς
δεήσεώς μου· Κύριος τὴν προσευχήν μου
προσεδέξατο. Αἰσχυν‐
θείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἀποστραφείησαν καὶ
καταισχυνθεί‐ ησαν σφόδρα διὰ τάχους.
Ψαλμὸς ιβ´. (12)
Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου
ἀπ᾿ἐμοῦ; ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ
νυκτός; ἕως πότε ὑψωθή‐ σεται ὁ ἐχθρός μου ἐπ᾿ἐμέ; Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε
ὁ Θεός μου· φώτισον τοὺς ὀ‐ φθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπῃ
ὁ ἐχθρός μου· Ἴσχυσα πρὸς αὐτόν. Οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ· ἐγὼ
δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου· ᾄσω τῷ
Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυ‐ ρίου τοῦ ὑψίστου.
καὶ πάλιν·
Ἐπίβλεψον, εἰσάκουσόν
μου, Κύριε ὁ Θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε
εἴπῃ ὁ ἐχθρός μου· Ἴσχυσα πρὸς αὐτόν.
Δόξα Πατρὶ καὶ
Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι, ὁ Θεός.
(τρίς) Κύριε, ἐλέησον.
(τρίς)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Ψαλμὸς κδ´. (24)
Πρὸς σέ, Κύριε, ᾖρα τὴν ψυχήν μου· ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα. Mὴ καταισχυνθείην εἰς τὸν
αἰ‐ ῶνα, μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου· καὶ γὰρ πάντες οἱ ὑπομένοντές
σε οὐ μὴ καται‐ σχυνθῶσιν· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με. Ὁδήγησόν με ἐπὶ τὴν
ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς
ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. Μνήσθητι τῶν οἰκτιρμῶν
σου, Κύριε, καὶ τὰ ἐ‐ λέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. Ἁμαρτίας νεότητός μου
καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ ἕνεκεν τῆς χρηστότητός
σου, Κύριε. Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.
Ὁδηγήσει πρᾳεῖς ἐν κρίσει, διδάξει πρᾳεῖς ὁδοὺς αὐτοῦ. Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος
καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρ‐ τύρια αὐτοῦ. Ἕνεκεν
τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσθητι τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν. Τίς ἐστιν
ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; Νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο. Ἡ ψυχὴ
αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. Κραταίωμα
Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς. Οἱ ὀφθαλμοί
μου διαπαντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. Ἐπίβλεψον
ἐπ᾿ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονoγενὴς καὶ πτωχός εἰμι ἐγώ. Αἱ θλίψεις τῆς καρδίας
μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγ‐ κῶν μου ἐξάγαγέ με. Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν
κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν
καὶ μῖσος ἄδικον ἐμίσησάν με. Φύλαξον τὴν ψυ‐ χήν μου καὶ ῥῦσαί με· μὴ
καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά
σε, Κύριε. Λύτρωσαι, ὁ Θεός, τὸν Ἰσραὴλ ἐκ
πασῶν τῶν θλίψεων αὐτοῦ.
Ψαλμὸς λ´. (30)
Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ
σου ῥῦσαί με καὶ ἐξ‐ ελοῦ με. Κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι
με. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπι‐ στὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. Ὅτι
κραταίωμά μου καὶ καταφυγή μου εἶ σύ, καὶ ἕ‐ νεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις
με καὶ διαθρέψεις με· ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυ‐ ψάν μοι, ὅτι σὺ εἶ
ὁ ὑπερασπιστής μου, Κύριε. Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· ἐλυ‐ τρώσω
με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας. Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς.
Ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα· ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου, ὅτι
ἐπεῖδες ἐπὶ τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ
τῶν ἀναγκῶν τὴν ψυχήν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖ‐ ρας ἐχθρῶν, ἔστησας ἐν
εὐρυχώρῳ τοὺς πόδας μου. Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός
μου, ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ
ἔτη μου ἐν στεναγμοῖς· ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς
μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν. Πα‐ ρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος,
καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου. Οἱ θεωροῦντές με ἔξω ἔφυγον
ἀπ᾿ἐμοῦ. Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. Ὅτι ἤκουσα
ψόγον πολλῶν παροικούντων κυκλόθεν· ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ᾿ἐμέ, τοῦ
λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. Ἐγὼ δὲ ἐπὶ σοί, Κύριε, ἤλπισα· εἶπα· Σὺ εἶ ὁ
Θεός μου, ἐν ταῖς χερσί σου οἱ κλῆροί μου. Ῥῦσαί με ἐκ χειρὸς ἐ‐ χθρῶν μου καὶ ἐκ
τῶν καταδιωκόντων με. Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶ‐ σόν με ἐν
τῷ ἐλέει σου. Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε· αἰσχυνθείησαν ἀσεβεῖς
καὶ καταχθείησαν εἰς ᾅδου. Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ
δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει. Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός
σου, Κύριε, ἧς ἔ‐ κρυψας τοῖς φοβουμένοις σε, ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον
τῶν υἱῶν τῶν ἀνθρώ‐ πων. Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ
ταραχῆς ἀνθρώπων, σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. Εὐλογητὸς Κύριος,
ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει
μου· Ἀπέῤῥιμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. Διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς
δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. Ἀγαπήσα‐ τε τὸν Κύριον, πάντες οἱ ὅσιοι
αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖ Κύριος, καὶ ἀνταποδίδωσι τοῖς περισ‐ σῶς ποιοῦσιν ὑπερηφανίαν.
Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.
Ψαλμὸς Ϟ´. (90)
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.
Ἐρεῖ τῷ Κυ‐ ρίῳ· ἀντιλήπτωρ μου εἶ καὶ
καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾿αὐτόν, ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους.
Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ
κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου
ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου
μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου
χιλιάς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ
δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.
Ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου· τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Οὐ προσελεύ‐ σεται
πρὸς σὲ κακά, καὶ μάστιξ οὐ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου, ὅτι τοῖς Ἀγγελοις αὐτοῦ
ἐντελεῖ‐ ται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί
σε, μήποτε προσ‐ κόψῃς πρὸς λίθον τὸν πόδα σου· ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ
καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ᾿ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν·
σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ·
μετ᾿ ἀὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ
τὸ σωτήριόν μου.
Δόξα Πατρὶ καὶ
Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι, ὁ Θεός.
(τρίς) Κύριε, ἐλέησον. (τρίς)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ οἱ Χοροὶ ψάλλουσιν ἀμοιβαδόν·
Ἦχος πλ. β´.
Μεθ᾿ἡμῶν ὁ Θεός· γνῶτε ἔθνη καὶ ἡττᾶσθε. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Ἐπακούσατε
ἕως ἐσχάτου τῆς γῆς. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Ἰσχυκότες
ἡττᾶσθε. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Ἐὰν γὰρ πάλιν ἰσχύσητε,
καὶ πάλιν ἡττηθήσεσθε. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Καὶ
ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Καὶ
λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Τὸν
δὲ φόβον ὑμῶν οὐ μὴ φοβηθῶμεν, οὐδ᾿οὐ μὴ ταραχθῶμεν. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Κύριον
δὲ τὸν Θεὸν ἡμῶν αὐτὸν ἁγιάσωμεν, καὶ αὐτὸς ἔσται ἡμῖν φόβος. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Καὶ
ἐὰν ἐπ᾿αὐτῷ πεποιθὼς ᾦ, ἔσται μοι εἰς ἁγιασμόν. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Καὶ
πεποιθὼς ἔσομαι ἐπ᾿αὐτῷ, καὶ σωθήσομαι δι᾿ αὐτοῦ. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Ἰδοὺ
ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Ὁ λαὸς
ὁ πορευόμενος ἐν σκότει, ἴδε φῶς μέγα. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Οἱ
κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ᾿ὑμᾶς. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Ὅτι
Παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Οὗ ἡ
ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Καὶ
τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Καὶ
καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Θαυμαστὸς
σύμβουλος. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Θεὸς
ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Πατὴρ
τοῦ μέλλοντος αἰῶνος. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Στίχ. Καὶ
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
Μεθ᾿ἡμῶν ὁ Θεός· γνῶτε ἔθνη καὶ ἡττᾶσθε.
Ὅτι μεθ᾿ἡμῶν ὁ Θεός.
ὁ Ἀναγνώστης·
(χῦμα)
Τὴν ἡμέραν διελθών, εὐχαριστῶ
σοι, Κύριε· τὴν ἑσπέραν, αἰτοῦμαι, σὺν τῇ νυκτὶ ἀναμάρτητον παράσχου μοι, Σωτήρ,
καὶ σῶσόν με.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τὴν ἡμέραν παρελθών, δοξολογῶ σε,
Δέσποτα· τὴν ἑσπέραν, αἰτοῦμαι, σὺν τῇ νυκτὶ ἀσκανδάλιστον παράσχου μοι, Σωτήρ,
καὶ σῶσόν με.
Καὶ νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὴν ἡμέραν διαβάς, ὑμνολογῶ σε, Ἅγιε·
τὴν ἑσπέραν, αἰτοῦμαι, σὺν τῇ νυκτὶ ἀνεπίβουλον παράσχου μοι, Σωτήρ, καὶ σῶσόν
με.
καὶ οἱ Χοροὶ ψάλλουσι καὶ πάλιν ἀμοιβαδόν·
Ἦχος πλ. β´.
Ἡ ἀσώματος φύσις, τὰ
Χερουβίμ, ἀσιγήτοις σε ὕμνοις δοξολογεῖ. Ἐξαπτέρυγα
ζῷα, τὰ Σεραφίμ, ταῖς ἀπαύστοις φωναῖς σε ὑπερυψοῖ. Τῶν
Ἀγγέλων τε πᾶσα ἡ στρατιὰ τρισαγίοις σε ᾄσμασιν εὐφημεῖ.
Πρὸ γὰρ πάντων ὑπάρχεις,
ὁ ὢν Πατήρ, καὶ συνάναρχον ἔχεις τὸν σὸν Υἱόν. Καὶ
ἰσότιμον φέρων Πνεῦμα ζωῆς, τῆς Τριάδος δεικνύεις τὸ ἀμερές.
Παναγία Παρθένε, Μήτηρ
Θεοῦ, οἱ τοῦ Λόγου αὐτόπται καὶ ὑπουργοί. Προφητῶν
καὶ Μαρτύρων πάντες χοροί, ὡς ἀθάνατον ἔχοντες τὴν ζωήν. Ὑπὲρ πάντων πρεσβεύσατε ἐκτενῶς, ὅτι πάντες ὑπάρχομεν
ἐν δεινοῖς.
Ἵνα πλάνης ῥυσθέντες
τοῦ Πονηροῦ, τῶν Ἀγγέλων βοήσωμεν τὴν ᾠδήν. Ἅγιε,
ἅγιε, ἅγιε, τρισάγιε Κύριε, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ὁ Ἀναγνώστης· Πιστεύω εἰς ἕνα Θεόν,
Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον
Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ
πάντων τῶν αἰώνων· Φῶς ἐκ Φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ
ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους
καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος
Ἁγίου καὶ Μαρίας τῆς Παρθένου, καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου,
καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφὰς, καὶ ἀνελθόντα
εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον
μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· οὗ
τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ
Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν
Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν.
Εἰς μίαν, ἁγίαν,
καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
Προσδοκῶ ἀνάστασιν
νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Εἶτα, ἄρχεται ψάλλειν ὁ β´ χορός·
Ἦχος πλ. β´.
Παναγία Δέσποινα Θεοτόκε, πρέσβευε
ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν. (τρίς)
Πᾶσαι αἱ οὐράνιαι Δυνάμεις τῶν ἁγίων
Ἀγγέλων καὶ Ἀρχαγγέλων, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν. (δίς)
Ἅγιε Ἰωάννη, προφῆτα καὶ πρόδρομε
καὶ βαπτιστὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν. (δίς)
Ἅγιοι, ἔνδοξοι Ἀπόστολοι, Προφῆται
καὶ Μάρτυρες, καὶ πάντες Ἅγιοι, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν. (δίς)
Ὅσιοι, θεοφόροι πατέρες ἡμῶν,
ποιμένες καὶ διδάσκαλοι τῆς οἰκουμένης, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν. (δίς)
Ἡ ἀήττητος καὶ ἀκατάλυτος καὶ θεία
δύναμις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἁμαρτωλούς. (δίς)
Ὁ Θεός, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς.
(τρίς)
Καὶ ἐλέησον ἡμᾶς.
ὁ Ἀναγνώστης· Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος
ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. (τρίς)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ
ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ
τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα
ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ὁ
Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ
Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα,,
τοῦ Πατρὸς καὶ τοὺ
Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος,,
νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων..
ὁ Ἀναγνώστης· Ἀμήν. (χῦμα)
τῇ
μὲν Δευτέρᾳ καὶ τῇ Τετάρτῃ· Ἦχος β´.
Φώτισον τοὺς ὀφθαλμούς μου, Χριστὲ
ὁ Θεός, μήποτε ὑπνώσω εἰς θάνατον, μήποτε εἴπῃ ὁ ἐ‐ χθρός μου· Ἰσχυσα πρὸς αὐτόν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀντιλήπτωρ τῆς ψυχῆς μου γενοῦ, ὁ
Θεός, ὅτι μέσον διαβαίνω παγίδων πολλῶν· ῥῦσαί με ἐξ αὐτῶν, καὶ σῶσόν με, Ἀγαθέ,
ὡς φιλάνθρωπος.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Ὅτι οὐκ ἔχομεν παῤῥησίαν διὰ τὰ
πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώ‐ πησον, Θεοτόκε Παρθένε·
πολλὰ γὰρ ἰσχύει δέησις μητρὸς πρὸς εὐμένειαν δεσπότου. Μὴ παρί‐ δῃς ἁμαρτωλῶν ἱκεσίας,
ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστι καὶ σῴζειν δυνάμενος ὁ καὶ παθεῖν ὑ‐ πὲρ ἡμῶν
καταδεξάμενος.
τῇ
δὲ Τρίτῃ καὶ τῇ Πέμπτῃ· Ἦχος πλ. δ´.
Τῶν ἀοράτων ἐχθρῶν μου τὸ ἄϋπνον ἐπίστασαι,
Κύριε, καὶ τῆς ἀθλίας σαρκός μου τὸ ἄτονον ἔγνως, ὁ πλάσας με· διὸ εἰς χεῖράς
σου παραθήσομαι τὸ πνεῦμά μου. Σκέπασόν με πτέρυξι τῆς σῆς ἀγαθότητος, ἵνα μὴ ὑπνώσω
εἰς θάνατον· καὶ τοὺς νοεροὺς ὀφθαλμούς μου φώτισον ἐν τῇ τρυφῇ τῶν θείων λόγων
σου· καὶ διέγειρόν με ἐν καιρῷ εὐθέτῳ πρὸς σὴν δοξολογίαν, ὡς μόνος ἀγαθὸς καὶ
φιλάνθρωπος.
Στίχ. Ἐπίβλεψον ἐπ᾿ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά
σου.
Ὡς φοβερὰ ἡ κρίσις σου, Κύριε, τῶν
Ἀγγέλων παρισταμένων, τῶν ἀνθρώπων εἰσαγομένων, τῶν βίβλων ἀνεῳγμένων, τῶν ἔργων
ἐρευνωμένων, τῶν λογισμῶν ἐξεταζομένων. Ποία κρίσις ἔσται ἐν ἐμοὶ τῷ συλληφθέντι
ἐν ἁμαρτίαις; τίς μου τὴν φλόγα κατασβέσει; τίς μου τὸ σκότος καταλάμψει, εἰ μὴ
σύ, Κύριε, ἐλεήσεις με ὡς φιλάνθρωπος;
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Δάκρυά μοι δός, ὁ Θεός,
ὥς ποτε τῇ γυναικὶ τῇ ἁμαρτωλῷ, καὶ ἀξίωσόν με βρέχειν τοὺς πόδας σου τοὺς ἐμὲ ἐκ
τῆς ὁδοῦ τῆς πλάνης ἐλευθερώσαντας καὶ μύρον εὐωδίας σοι προσφέρειν βίον καθαρὸν
ἐν μετανοίᾳ μοι κτισθέντα, ἵνα ἀκούσω κἀγὼ τῆς εὐκταίας σου φωνῆς· Ἡ πίστις σου
σέσωκέ σε, πορεύου εἰς εἰρήνην.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Τὴν ἀκαταίσχυντον, Θεοτόκε, ἐλπίδα
σου ἔχων, σωθήσομαι· τὴν προστασίαν σου κεκτημένος, Πανάχραντε, οὐ φοβηθήσομαι.
Καταδιώξω τοὺς ἐχθρούς μου καὶ τροπώσομαι αὐτούς, μόνην ἀμπεχόμενος ὡς θώρακα τὴν
σκέπην σου· καὶ τὴν παντοδύναμον βοήθειάν σου καθικετεύων, βοῶ σοι· Δέσποινα, σῶσόν
με ταῖς πρεσβείαις σου, καὶ ἀνάστησόν με ἐκ ζοφώδους ὕπνου πρὸς σὴν δοξολογίαν,
δυνάμει τοῦ ἐκ σοῦ σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Κύριε, ἐλέησον. (μ´)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Tὴν
τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι
Κυρίου, εὐλόγησον, πάτερ.
ὁ Ἱερεύς· Δι᾿εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,, Κύριε Ἰησοῦ Χριστέ,, ὁ Θεὸς ἡμῶν,, ἐλέησον ἡμᾶς..
ὁ Ἀναγνώστης· Ἀμήν.
Εἶτα, ἀναγινώσκει
ὁ Προεστὼς
τὴν
ἀκόλουθον Εὐχὴν τοῦ Μεγάλου Βασιλείου·
Κύριε, Κύριε, ὁ ῥυσάμενος
ἡμᾶς ἀπὸ παντὸς βέλους πετομένου ἡμέρας, ῥῦσαι ἡμᾶς καὶ ἀπὸ παντὸς πράγματος ἐν
σκότει διαπορευομένου. Πρόσδεξαι θυσίαν ἑσπερινὴν τὰς τῶν χειρῶν ἡμῶν ἐπάρσεις·
καταξίωσον δὲ ἡμᾶς καὶ τὸ νυκτερινὸν στάδιον ἀμέμπτως διελθεῖν, ἀπειρά‐ στους
κακῶν, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ταραχῆς καὶ δειλίας τῆς ἐκ τοῦ Διαβόλου ἡμῖν
προσγινομένης. Χάρισαι ταῖς ψυχαῖς ἡμῶν κατάνυξιν, καὶ τοῖς λογισμοῖς ἡμῶν μέριμναν
τῆς ἐν τῇ φοβερᾷ καὶ δικαίᾳ σου κρίσει ἐξετάσεως. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς
σάρκας ἡμῶν, καὶ νέκρωσον τὰ μέλη ἡμῶν τὰ
ἐπὶ τῆς γῆς, ἵνα καὶ ἐν τῇ καθ᾿ὕπνον ἡσυχίᾳ ἐμφαιδρυνώμεθα τῇ θεωρίᾳ τῶν κριμάτων
σου. Ἀπόστησον δὲ ἀφ᾿ἡμῶν πᾶσαν φαντασίαν ἀπρεπῆ καὶ ἐπιθυμίαν βλαβεράν. Διανάστησον
δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν τῇ πίστει καὶ προκόπτοντας ἐν
τοῖς παραγγέλμασί σου, εὐδοκίᾳ καὶ ἀγαθότητι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿οὗ εὐλογητὸς
εἶ, σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
ὁ Ἀναγνώστης· Ἀμήν. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν
τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ
προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν
αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς ν´. (50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ
τῆς ἀμαρτίας μου καθά‐ ρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία
μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα·
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου,
καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις
συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με
ἡ μήτηρ μοῦ. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλω‐
σάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα
λευκανθήσο‐ μαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρε‐ ψον τὸ πρόσωπόν σου
ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤ‐ ῥίψῃς
με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ἐμοῦ. Ἀπόδος
μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ
Θεός, ὁ Θεὸς τῆς σωτη‐ ρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα
συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμέ‐ νην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν
δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ψαλμὸς ρα´. (101)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω. Μὴ ἀποστρέψῃς
τὸ πρόσωπόν σου ἀπ᾿ἐμοῦ· ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον πρός με τὸ οὖς σου· ἐν ᾗ
ἂν ἡμέρᾳ ἐπι‐ καλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου. Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι
μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη
ἡ καρδία μου, ὅτι ἐπελαθό‐ μην τοῦ φαγεῖν τὸν ἄρτον μου. Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ
μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρ‐ κί μου. Ὡμοιώθην πελεκᾶνι ἑρημικῷ, ἐγενήθην ὡσεὶ
νυκτικόραξ ἐν οἰκοπέδῳ. Ἠγρύπνησα, καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος. Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί
μου, καὶ οἱ ἐπαινοῦντές με κατ᾿ ἐμοῦ ὤμνυον.
Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων ἀπὸ προσώπου
τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου, ὅτι ἐπάρας κατέῤῥαξάς με. Αἱ ἡμέραι μου ὡσεὶ
σκιὰ ἐκλίθησαν, κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Σὺ δέ, Κύριε, εἰς τὸν αἰῶνα μένεις,
καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών, ὅτι
καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, ὅτι ἥκει καιρός· ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς
λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι.
Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου· ὅτι οἰκοδομήσει
Κύριος τὴν Σιών, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν
ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν. Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν,
καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον· ὅτι ἐξέκυψεν ἐξ ὕ‐ ψους ἁγίου αὐτοῦ,
Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πε‐ πεδημένων,
τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων, τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου
καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλὴμ ἐν τῷ ἐπισυναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτό, καὶ
βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ. Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ· τὴν ὀλιγότητα
τῶν ἡμερῶν μου ἀ‐ νάγγειλόν μοι. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, ἐν γενεᾷ
γενεῶν τὰ ἔτη σου. Κατ᾿ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν
σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται,
σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον
ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
Οἱ υἱοὶ τῶν δούλων σου κατάσκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν ἐις τὸν αἰῶνα κατευθυνθήσεται.
Εἶτα, ἀναγινώσκει ὁ Προεστὼς
τὴν ἀκόλουθον προσευχὴν Μανασσῆ, βασιλέως τῆς Ἰουδαίας.
Κύριε παντοκράτορ,
ὁ Θεὸς τῶν πατέρων ἡμῶν, τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοῦ σπέρ‐ ματος αὐτῶν
τοῦ δικαίου, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ αὐτῶν, ὁ πε‐
δήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου, ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμε‐
νος αὐτὴν τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ
προσώπου τῆς
δυνάμεώς σου· ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου καὶ ἀνυπόστατος ἡ ὀργὴ
τῆς ἐπὶ ἁ‐ μαρτωλοῖς ἀπειλῆς σου, ἀμέτρητόν τε καὶ ἀνεξνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας
σου· σὺ γὰρ εἶ Κύριος ὕψιστος, εὔσπλαγχνος, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν
ἐπὶ κακίαις ἀνθρώ‐ πων· σύ, Κύριε, κατὰ τὸ πλῆθος τῆς χρηστότητός σου ἐπηγγείλω
μετάνοιαν καὶ ἄφεσιν τοῖς ἡ‐ μαρτηκόσι σοι, καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν σου ὥρισας
μετάνοιαν ἁμαρτωλοῖς εἰς σωτηρίαν.
Σὺ οὖν, Κύριε, ὁ Θεὸς τῶν Δυνάμεων, οὐκ ἔθου μετάνοιαν δικαίοις, τῷ Ἀβραὰμ
καὶ Ἰσαὰκ καὶ Ἰ‐ ακώβ, τοῖς οὐχ ἡμαρτηκόσι σοι, ἀλλ᾿ἔθου μετάνοιαν ἐπ᾿ἐμοὶ τῷ ἁμαρτωλῷ,
διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης. Ἐπλήθυναν αἱ ἀνομίαι μου, Κύριε, ἐπλήθυναν
αἱ ἀνομίαι μου καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τοῦ
πλήθους τῶν ἀδικιῶν μου, κατά‐ καμπτόμενος πολλῷ δεσμῷ σιδηρῷ εἰς τὸ ἀνανεῦσαι
τὴν κεφαλήν μου, καὶ οὐκ ἔστι μοι ἄνεσις· διότι παρώργισα τὸν θυμόν σου καὶ τὸ
πονηρὸν ἐνώπιόν σου ἐποίησα, μὴ ποιήσας τὸ θέλημά σου καὶ μὴ φυλάξας τὰ προστάγματά
σου. Καὶ νῦν κλίνω γόνυ καρδίας, δεόμενος τῆς παρὰ σοῦ χρηστότητος· ἡμάρτηκα, Κύριε,
ἡμάρτηκα, καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω, ἀλλ᾿ αἰτοῦμαι δε‐ όμενος· ἄνες μοι,
Κύριε, ἄνες μοι, καὶ μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου, μηδὲ εἰς τὸν αἰῶνα
μηνίσας τηρήσῃς τὰ κακά μοι, μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς· διότι
σὺ εἶ Θε‐ ός, Θεὸς τῶν μετανοούντων, καὶ ἐν ἐμοὶ δείξεις πᾶσαν τὴν ἀγαθωσύνην
σου· ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεος σου, καὶ αἰνέσω σε διὰ παντὸς
ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου· ὅτι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν, καὶ σοῦ ἐστιν
ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ Ἀναγνώστης· Ἀμήν. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον
ἡμᾶς. (τρίς)
Δόξα Πατρὶ καὶ
Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις
ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. (τρίς)
Δόξα Πατρὶ καὶ
Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά
σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ
τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα
ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα,, τοῦ Πατρὸς καὶ τοὺ Υἱοῦ καὶ τοῦ Ἁγίου
Πνεύματος,, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων..
ὁ Ἀναγνώστης· Ἀμήν.
καὶ ψάλλουσιν οἱ Χοροὶ
Ἦχος πλ. β´.
Ἐλέησον ἡμᾶς, Κύριε,
ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ
οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ καὶ
Υἱῳ καὶ Ἁγίῳ Πνεύματι.
Κύριε, ἐλέησον ἡμᾶς·
ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν·
ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ
γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τῆς εὐσπλαγχνίας
τὴν πύλην ἄνοιξον ἡμὶν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσωμεν· ῥυσθείημεν
διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.
(μ´)
Δόξα Πατρὶ καὶ
Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Tὴν
τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, πάτερ.
ὁ Ἱερεύς·
Δι᾿εὐχῶν τῶν ἁγίων
πατέρων ἡμῶν,, Κύριε Ἰησοῦ Χριστέ,, ὁ Θεὸς ἡμῶν,, ἐλέησον ἡμᾶς..
ὁ Ἀναγνώστης· Ἀμήν.
Εἶτα, ἀναγινώσκει ὁ Προεστὼς
τὴν ἀκόλουθον εὐχὴν τοῦ ἁγίου Μαρδαρίου·
Δέσποτα Θεέ, Πάτερ
Παντοκράτορ, Κύριε Υἱὲ Moνογενὲς Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με
τὸν ἁμαρτωλόν· καὶ οἷς ἐπίστασαι κρίμασι σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΣΤΑΣΙΣ ΤΡΙΤΗ
ὁ Ἀναγνώστης· Ἀμήν. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν
τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ
προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν
αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς ξθ´. (69)
Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν
καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω
καὶ καταισχυν‐ θήτωσαν οἱ βουλόμενοί μοι κακά, ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι
οἱ λέγοντές μοι· Εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ
ζητοῦντές σε, ὁ Θεός, καὶ λεγέτωσαν διαπαντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες
τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης·
ὁ Θεός, βοήθησόν μοι. Βοηθός μου
καὶ ῥύστης μου εἶ σύ, Κύριε· μὴ χρονίσῃς.
Ψαλμὸς ρμβ´.
(142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ
σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ
δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν
ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς
αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποι‐ ήμασι τῶν χειρῶν σου
ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿
ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ
πρωῒ τὸ ἔλεος σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Kύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν
ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ
ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με
ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνό‐ ματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου
ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς
μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Δοξολογία.
Δόξα ἐν ὑψίστοις
Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν
σοι διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ
Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἵρων τὴν ἁμαρτίαν τοῦ
κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἵρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ
Πατρός. Ἀμήν. Καθ᾿ἑκάστην ἑσπέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν
αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν
με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ
Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ
φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον
τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ,
Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου.
Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ
ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ
τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κατὰ τὴν Α´ Ἑβδομάδα τῶν Νηστειῶν ψάλλομεν
ἐνταῦθα τὸ δι᾿ ἑκάστην ἡμέραν ὡρισμένον τμῆμα τοῦ Μεγάλου Κανόνος, «Βοηθὸς καὶ
σκεπαστής»,
προτάσσοντες εἰς ἕκαστον Τροπάριον τὸν Στίχον· Ἐλέησόν
με, ὁ Θεός, ἐλεησόν με.
Μετὰ τὴν Ϛ´ ῴδὴν
ψάλλομεν ἀργῶς καὶ μετὰ μέλους τὸ Κοντάκιον, «Ψυχή μου, ψυχή μου» Μετὰ τὴν θ´ ᾠδήν,
τὸν Εἱρμόν «Ἀσπόρου συλλήψεως»
Μετὰ δὲ τὴν συμπλήρωσιν τῶν Τροπαρίων τοῦ Κανόνος.
ὁ Ἀναγνώστης· Ἀμήν. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος,
ἐλέησον ἡμᾶς. (τρίς)
Δόξα Πατρὶ καὶ
Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις
ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. (τρίς)
Δόξα Πατρὶ καὶ
Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά
σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ
τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα
ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα,, τοῦ Πατρὸς καὶ τοὺ Υἱοῦ καὶ τοῦ Ἁγίου
Πνεύματος,, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων..
ὁ Ἀναγνώστης· Ἀμήν.
καὶ ἄρχονται ψάλλειν οἱ χοροὶ Ἦχος
πλ. β´.
Κύριε τῶν Δυνάμεων,
μεθ᾿ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθὸν ἐν θλίψεσιν οὐκ ἔχομεν. Κύριε τῶν
Δυνάμεων, ἐλέησον ἡμᾶς.
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν
στερεώματι τῆς δυνάμεως αὐτοῦ. Κύριε τῶν Δυνάμεων, μεθ᾿ἡμῶν γενοῦ·
ἄλλον γὰρ ἐκτός σου βοηθὸν ἐν θλίψεσιν οὐκ ἔχομεν. Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν
κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Κύριε τῶν Δυνάμεων,
μεθ᾿ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθὸν ἐν θλίψεσιν οὐκ ἔχομεν. Κύριε τῶν
Δυνάμεων, ἐλέησον ἡμᾶς.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Κύριε τῶν Δυνάμεων, μεθ᾿ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός
σου βοηθὸν ἐν θλίψεσιν οὐκ ἔχομεν. Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Κύριε τῶν Δυνάμεων, μεθ᾿ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός
σου βοηθὸν ἐν θλίψεσιν οὐκ ἔχομεν. Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις
ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Κύριε τῶν Δυνάμεων, μεθ᾿ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός
σου βοηθὸν ἐν θλίψεσιν οὐκ ἔχομεν. Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς.
ὁ α´ χορός· Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ.
ὁ β´ χορός· Αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
καὶ ἀμφότεροι οἱ χοροὶ ζωηρῶς· Κύριε τῶν Δυνάμεων, μεθ᾿ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθὸν ἐν θλίψεσιν οὐκ
ἔχομεν. Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς.
ὁ Ἀναγνώστης· Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι.
Κύριε, εἰ μὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτὰς καὶ
τὴν ἀγαθότητά σου συμπαθοῦσαν ἡμῖν, πῶς ἐτολμῶμεν, Σῶτερ, ὑμνῆσαί σε, ὃν εὐλογοῦσιν
ἀπαύστως Ἄγγελοι; Καρδιογνῶστα, φεῖσαι τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πολλὰ τὰ πλήθη
τῶν ἐμῶν, Θεοτόκε, πταισμάτων· πρὸς σὲ κατέφυγον, Ἁγνή, σωτηρίας δεόμενος· ἐπίσκεψαι
τὴν ἀσθενοῦσάν μου ψυχήν, καὶ πρέσβευε τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν δοθῆναί μοι τὴν ἄφεσιν
ὧν ἔπραξα δεινῶν, μόνη εὐλογημένη.
καὶ οἱ χοροὶ ψάλλουσι
Ἦχος πλ. β´.
Παναγία Θεοτόκε,
τὸν χρόνον τῆς ζωῆς μου μὴ ἐγκαταλίπῃς με· ἀνθρωπίνῃ προστασίᾳ μὴ καταπιστεύσῃς
με, ἀλλ᾿αὐτὴ ἀντιλαβοῦ καὶ ἐλέησόν με.
Ἦχος β´.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· μῆτερ τοῦ
Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον. (μ´)
Ὁ ἐν παντὶ καιρῷ
καὶ πάσῃ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεὸς,
ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς
ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός,
Κύριε, πρόσδεξαι καὶ ἡμῶν, ἐν τῇ ὥρᾳ ταύτῃ, τὰς ἐντεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν
πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς
διόρθωσον, τὰς ἐννοίας κάθαρον, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης.
Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ
ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς
ἀπροσίτου σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον.
(τρίς)
Δόξα Πατρὶ καὶ
Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Tὴν
τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, πάτερ.
ὁ Ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς,, καὶ εὐλογήσαι ἡμᾶς,, ἐπιφάναι τὸ πρόσωπον αὐτου ἐφ᾿ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς..
ὁ Ἀναγνώστης· Ἀμήν.
Καὶ λέγει ὁ Ἱερεὺς τό, Κύριε καὶ Δέσποτα,
ἐνῷ ἡμεῖς ποιοῦμεν τὰς συνήθεις μετανοίας.
Εἶτα ὁ Ἀναγνώστης· Ἀμήν.
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον
ἡμᾶς. (τρίς)
Δόξα Πατρὶ καὶ
Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις
ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. (τρίς)
Δόξα Πατρὶ καὶ
Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά
σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ
τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα
ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα,, τοῦ Πατρὸς καὶ τοὺ Υἱοῦ καὶ τοῦ Ἁγίου
Πνεύματος,, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων..
ὁ Ἀναγνώστης· Ἀμήν. Κύριε, ἐλέησον. (ιβ´)
Καὶ σῶσον ἡμᾶς,
παναγία Παρθένε.
Εὐχὴ εἰς τὴν Ὑπεραγίαν
Θεοτόκον
(ποίημα Παύλου μοναχοῦ Μονῆς τῆς Εὐεργέτιδος)
Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ παρθένε, θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον
τοῖς ἀν‐ θρώποις, τῇ παραδόξῳ σου κυήσει, ἑνώσασα, καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ
γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπίς καὶ τῶν
πολεμουμένων βοήθεια, ἡ ἑτοί‐ μη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων καὶ πάντων
τῶν χριστιανῶν τὸ καταφύγιον, μὴ βδελύ‐ ξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς
λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καὶ τῶν ἡδονῶν τοῦ
βίου, ῥαθυμίᾳ γνώμης, δοῦλον γενόμενον. Ἀλλ᾿ὡς τοῦ φι‐ λανθρώπου Θεοῦ μήτηρ,
φιλανθρώπως σπλαγχνίσθητι ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν
χειλέων προσφερομένην σοι δέησιν, καὶ τὸν σὸν Υἱὸν καὶ ἡμῶν Δε‐ σπότην καὶ Κύριον,
τῇ μητρικῇ σου παῤῥησίᾳ χρωμένη, δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάν‐ θρωπα
σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος, καὶ παριδών μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέ‐
ψῃ με πρὸς μετάνοιαν, καὶ τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό
μοι ἀ‐ εί ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ
προστάτις καὶ βοη‐ θός, τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν
καθοδηγοῦσά με, καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα,
καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ
φοβερᾷ ἡμέρᾳ τῆς Κρίσεως, τῆς αἰωνίου με ῥυο‐ μένη κολάσεως, καὶ τῆς ἀποῤῥήτου
δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδει‐ κνύουσα. Ἧς καὶ τύχοιμι,
δέσποινά μου, ὑπεραγία Θεοτόκε, διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλή‐ ψεως, χάριτι
καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡ‐ μῶν
Ιησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ
Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν
(ποίημα Ἀντιόχου
μοναχοῦ τοῦ Πανδέκτου)
Καὶ δὸς ἡμῖν, Δέσποτα,
πρὸς ὕπνον ἀπιοῦσιν ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπὸ τοῦ
ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθεί‐
ας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, τὰ
καθ᾿ἡμῶν δο‐ λίως κινούμενα· τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον, καὶ
πὰν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον
νοῦν, σώφρονα λογισμόν, καρ‐ δίαν νήφουσαν, ὕπνον ἐλαφρὸν καὶ πάσης σατανικῆς
φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς, ἐστηριγμένους
ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας.
Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρι‐ σαι, εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν
τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πα‐ τρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου
Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑπερένδοξε, ἀειπάρθενε,
εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν,
καὶ αἴτησαι ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.
Εὐχή. ποίημα τοῦ ἁγίου Ἰωαννικίου.
Ἡ ἐλπίς μου ὁ
Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον. Τριὰς Ἁγία, δόξα σοι.
Τὴν πᾶσαν ἐλπίδα
μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δόξα Πατρὶ καὶ
Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον. (τρίς) Εὐλόγησον.
ὁ Ἱερεύς· Δόξα σοι ὁ Θεὸς
ἡμῶν δόξα σοι,, Χριστός,, ὁ Ἀληθινὸς Θεὸς ἡμῶν,, ταῖς πρεσβείαις τῆς παναχράν‐ του καὶ Παναμώμου Ἁγίας Αὑτοῦ Μητρός,, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ,, προστασίαις τῶν τιμίων,, ἐπουρανίων Δυνάμεων ἀσωμάτων,, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου,, προδρόμου καὶ βαπτι‐ στοῦ Ἰωάννου,, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων,, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων,, τῶν ὁσίων καὶ Θεοφόρων πατέρων ἡμῶν,, τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης,, τοῦ ἁγίου (τῆς ἡμέρας) καὶ πάντων τῶν Ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς,, ὡς Ἀγαθὸς καὶ Φιλάν‐ θρωπος καὶ Ἐλεήμων Θεός..
ὁ Ἱερεύς·
Εὐξώμεθα ὑπὲρ εἰρήνης
τοὺ κόσμου..
ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.
ὁ Ἱερεύς· Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν..
ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.
ὁ Ἱερεύς· Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.
ὁ Ἱερεύς· Ὑπὲρ τοῦ πατρὸς καὶ Καθηγουμένου ἡμῶν (δεῖνος) ἱερομονάχου,, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος..
ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.
ὁ Ἱερεύς· Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας
ἐν αὐτῷ.. ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.
ὁ Ἱερεύς· Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.. ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.
ὁ Ἱερεύς·
Ὑπὲρ τῶν ἀπολειφθέντων
πατέρων καὶ ἀδελφῶν ἡμῶν..
ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.
ὁ Ἱερεύς·
Ὑπὲρ τῶν μισούντων
καὶ ἀγαπώντων ἡμᾶς..
ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.
ὁ Ἱερεύς· Ὑπὲρ τῶν ἐλεούντων καὶ διακονούντων ἡμῖν..
ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.
ὁ Ἱερεύς· Ὑπὲρ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν..
ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.
ὁ Ἱερεύς· Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων..
ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.
ὁ Ἱερεύς· Ὑπὲρ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων..
ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.
ὁ Ἱερεύς·
Ὑπὲρ τῶν ἐν ἀσθενείαις
κατακειμένων..
ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.
ὁ Ἱερεύς·
Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας
τῶν καρπῶν τῆς γῆς,,
ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.
ὁ Ἱερεύς·
καὶ ὑπὲρ πάσης ψυχῆς
χριστιανῶν ὀρθοδόξων..
ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.
ὁ Ἱερεύς· Μακαρίσωμεν τούς εὐσεβεῖς βασιλεῖς.. ὁ Ἀναγνώστης· Αἰωνία ἡ
Μνήμη αὐτῶν.
ὁ Ἱερεύς· Τοὺς Ὀρθοδόξους Ἀρχιερεῖς..
ὁ Ἀναγνώστης· Αἰωνία ἡ
Μνήμη αὐτῶν.
ὁ Ἱερεύς· Τοὺς κτίτορας τῆς ἁγίας καὶ ἱερᾶς Μονῆς ταύτης..
ὁ Ἀναγνώστης· Αἰωνία ἡ
Μνήμη αὐτῶν.
ὁ Ἱερεύς·
Τοὺς γονεῖς ἡμῶν καὶ
διδασκάλους..
ὁ Ἀναγνώστης· Αἰωνία ἡ Μνήμη αὐτῶν.
ὁ Ἱερεύς· Καὶ πάντας τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν,, τοὺς ἐνθάδε εὐσεβῶς κειμένους καὶ ἁπανταχοῦ Ὀρθοδόξους..
ὁ Ἀναγνώστης· Αἰωνία ἡ
Μνήμη αὐτῶν.
ὁ Ἱερεύς· Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν,, τό· Κύριε,, ἐλέησον..
ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.
(γ´)
ὁ Ἱερεύς· Αὐτοὺς μὲν συγχωρήσαι καὶ ἀναπαύσαι· ἡμᾶς δὲ ἐλεήσαι καὶ σώσαι,, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος..
[Εἶτα ὁ Προεστὼς λέγει τὴν εὐχήν· Τοῖς μισοῦσι καὶ ἀδικοῦσιν ἡμᾶς]
καὶ ψάλλομεν·
τῇ Δευτέρᾳ καὶ
Τετάρτῃ·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί·
ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεὸν ἐν κινδύνοις καὶ θλίψεσιν ἀεὶ μεσιτείαν
οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι
προσπίπτομεν· Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.
τῇ δὲ Τρίτῃ καὶ Πέμπτῃ·
Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Σφαγήν σου τὴν ἄδικον,
Χριστέ, ἡ Παρθένος βλεπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτα‐ τον, πῶς ἀδίκως
πάσχεις; Πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην
με, Εὐεργέτα πολυέλεε, τὴν μητέρα καὶ δούλην σου, δέομαι.
ὁ Ἱερεύς· Δι᾿εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,, Κύριε Ἰησοῦ Χριστέ,, ὁ Θεὸς ἡμῶν,, ἐλέησον ἡμᾶς..
ὁ Ἀναγνώστης· Ἀμήν.
οἱ ἐν τοῖς ἱεροῖς
Μοναστηρίοις καὶ Ἡσυχαστηρίοις λαβόντες συγχώρησιν παρὰ τοῦ Προεστῶτος, ἀπέρχονται
ἐν τοῖς κελλίοις αὐτῶν, ἔνθα λέγουσι καὶ τὴν Εὐχὴν ταύτην.
Τοῖς μισοῦσι καὶ
ἀδικοῦσιν ἡμᾶς συγχώρησον, Κύριε, τοῖς ἀγαθοποιοῦσιν
ἀγαθοποίησον,
τοῖς ἀδελφοῖς
καὶ οἰκείοις ἡμῶν, χάρισαι τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον, τοὺς ἐν ἀσθενείᾳ ἐπίσκεψαι καὶ ἴασιν δώρησαι,
τοὺς ἐν θαλάσσῃ
κυβέρνησον, τοῖς ἐν ὁδοιπορίαις συνόδευσον, τῷ Βασιλεῖ συμμάχησον,
τοῖς διακονοῦσι, καὶ ἐλεοῦσιν ἡμᾶς, ἁμαρτιῶν ἄφεσιν
δώρησαι,
τοῖς ἐντειλαμένοις
ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν, συγχώρησον καὶ ἐλέησον κατὰ τὸ μέγα σου
ἔλεος.
Μνήσθητι, Κύριε,
πάντων τῶν προκεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν καὶ ἀνάπαυσον αὐτούς, ἔνθα ἐπισκοπεῖ
τὸ φῶς τοῦ προσώπου σου. Μνήσθητι, Κύριε, τῶν
ἀδελφῶν ἡμῶν τῶν αἰχμαλώτων, καὶ λύτρωσαι αὐτοὺς ἀπὸ πάσης περιστάσεως.
Μνήσθητι, Κύριε,
τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις, καὶ δὸς αὐτοῖς
τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον.
Μνήσθητι, Κύριε,
καὶ ἡμῶν τῶν ταπεινῶν καὶ ἁμαρτωλῶν καὶ ἀναξίων δούλων σου καὶ φώτισον ἡμῶν τὸν
νοῦν τῷ φωτὶ τῆς γνώσεώς σου καὶ ὁδήγησον ἡμᾶς ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, πρεσβείαις τῆς παναχράντου σου Μητρός, Δεσποίνης ἡμῶν
Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων σου τῶν Ἁγίων, ὅτι εὐλογητὸς εἶ, εἰς
πάντας τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
0 σχόλια:
Δημοσίευση σχολίου